Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.275 Joseph. BJ 7.281 (English) >>Joseph. BJ 7.289

7.279ταῦτʼ οὖν προοικονομησάμενος Σίλβας ἐπὶ τὴν πολιορκίαν ἐτράπετο πολλῆς ἐπιτεχνήσεως καὶ ταλαιπωρίας δεομένην διὰ τὴν ὀχυρότητα τοῦ φρουρίου τοιοῦδε τὴν φύσιν ὑπάρχοντος· 7.280

Πέτραν οὐκ ὀλίγην τῇ περιόδῳ καὶ μῆκος ὑψηλὴν πανταχόθεν περιερρώγασι βαθεῖαι φάραγγες κάτωθεν ἐξ ἀοράτου τέρματος κρημνώδεις καὶ πάσῃ βάσει ζῴων ἀπρόσιτοι, πλὴν ὅσον κατὰ δύο τόπους τῆς πέτρας εἰς ἄνοδον οὐκ εὐμαρῆ παρεικούσης. 7.281ἔστι δὲ τῶν ὁδῶν μὲν ἀπὸ τῆς Ἀσφαλτίτιδος λίμνης πρὸς ἥλιον ἀνίσχοντα, καὶ πάλιν ἀπὸ τῆς δύσεως ῥᾷον πορευθῆναι. 7.282καλοῦσι δὲ τὴν ἑτέραν ὄφιν, τῇ στενότητι προσεικάσαντες καὶ τοῖς συνεχέσιν ἑλιγμοῖς· κλᾶται γὰρ περὶ τὰς τῶν κρημνῶν ἐξοχὰς καὶ πολλάκις εἰς αὑτὴν ἀνατρέχουσα καὶ κατὰ μικρὸν αὖθις ἐκμηκυνομένη μόλις ψαύει τοῦ πρόσω. 7.283δεῖ δὲ παραλλὰξ τὸν διʼ αὐτῆς βαδίζοντα τὸν

-- --

ἕτερον τῶν ποδῶν ἐρείδεσθαι. ἔστι δὲ πρόδηλος ὄλεθρος· ἑκατέρωθεν γὰρ βάθος κρημνῶν ὑποκέχηνε τῇ φοβερότητι πᾶσαν εὐτολμίαν ἐκπλῆξαι δυνάμενον. 7.284διὰ τοιαύτης οὖν ἐλθόντι σταδίους τριάκοντα κορυφὴ τὸ λοιπόν ἐστιν οὐκ εἰς ὀξὺ τέρμα συνηγμένη, ἀλλʼ ὥστʼ εἶναι κατʼ ἄκρας ἐπίπεδον. 7.285ἐπὶ ταύτῃ πρῶτον μὲν ἀρχιερεὺς ᾠκοδομήσατο φρούριον Ἰωνάθης καὶ προσηγόρευσε Μασάδαν, ὕστερον δʼ Ἡρώδῃ τῷ βασιλεῖ διὰ πολλῆς ἐγένετο σπουδῆς τοῦ χωρίου κατασκευή.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.275 Joseph. BJ 7.281 (English) >>Joseph. BJ 7.289

Powered by PhiloLogic